Σάββατο, 28 Μαρτίου 2020

PRAYER DURING PANDEMIC ILLNESS (OF THE NEW CORONAVIRUS THAT HAS FALLEN UPON US)


Prayer during pandemic illness (of the new Coronavirus that has fallen upon us)

Εὐχή εἰς λοιμικήν νόσον (τοῦ νεωστί ἐνσκήψαντος κορωνοϊοῦ)

Ἐν μέσῳ αὐτῆς τῆς δύσκολης συγκυρίας τῆς πανδημίας, τό Δίκτυο τοῦ Οἰκουμενικοῦ Πατριαρχείου διά τήν Ποιμαντικήν Διακονίαν εἰς τόν Χῶρον τῆς Ὑγείας (http://www.pastoralhealth-ep.com/home?lang=el) ἔχει ἐτοιμάσει μία εὐχή εἰδικά γι᾽ αὐτήν τήν περίσταση, ζητῶντας θεραπεία, προστασία καί ἐλπίδα ἀπό τόν Θεό καί ἀνάπαυση γιά τούς νεκρούς.
Ἄς στραφοῦμε ὅλοι οἱ πιστοί στόν Θεό μέ θερμή προσευχή, ἐπιδεικνύοντας σταθερή πίστη στήν ἀγάπη καί στό ἔλεος τοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Ἰατροῦ τῶν ψυχῶν καί τῶν σωμάτων.
Δέσποτα παντοκράτορ, ὁ ἀντιλήπτωρ καί σωτήρ τοῦ κόσμου ̇ ὁ ἰατρός καί βοηθός τῶν πασχόντων, λυτρωτής τε καί Σωτήρ τῶν νοσούντων ̇ ὁ τάς σωματικάς καί ψυχικάς θλίψεις τῶν ἀνθρώπων θεραπεύων ̇ ὁ νικητής τοῦ θανάτου ̇ αἰτούμεθά Σου, ὁ Θεός ἡμῶν, καθάρισον καί ἀπάλλαξον ἡμᾶς ἀπό πάσης νόσου καί ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος. Κύριε, μή ἐγκαταλίπῃς ἡμᾶς. Τήν ἰατρικήν Σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον. Πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Βοήθησον ἡμῖν εἰς καιρόν λοιμοῦ, καί ρῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Παῦσον τήν ἐνεστῶσαν μάστιγα, ὑπομονήν δέ ἐν τῷ καιρῷ τούτῳ δός ἡμῖν, Κύριε. Ἀνάστησον ἡμᾶς. Γενοῦ ἰατρός πάντων ἡμῶν ̇ ἐξέγειρον ἡμᾶς ἀπό κλίνης ὀδυνηρᾶς καί ἀπό στρωμνῆς κακώσεως. Πρόσδεξαι τάς ἱκεσίας τῶν ἰατρῶν, τῶν νοσηλευτῶν καί πάντων τῶν διακονούντων καί παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καί κουφισμόν ἐν τοῖς χώροις τῆς Ὑγείας. Ἐνίσχυσον αὐτούς διά τῆς φιλανθρωπίας Σου καί στερέωσον αὐτούς ἐν τῇ δυνάμει Σου. Ἀνάπαυσον ἐν τόπῳ ἀναψύξεως τούς ὑπό τῆς ἐπαράτου λοιμικῆς νόσου φθορᾷ ὑποκύψαντας κεκοιμημένους δούλους Σου καί ἀδελφούς ἡμῶν, ἀποκατάστησον δέ ἡμᾶς, τούς περιλειπομένους, ὑγιεῖς καί τεθεραπευμένους ἐν τῇ ἁγίᾳ Σου Ἐκκλησίᾳ, εἰς προσκύνησιν καί δόξαν τοῦ ἁγίου Σου ὀνόματος. Σόν γάρ ἐστι τό ἐλεεῖν καί σῴζειν ἡμᾶς, ὁ Θεός ἡμῶν, καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δίκτυον τοῦ Οἰκουμενικοῦ Πατριαρχείου διά τήν Ποιμαντικήν Διακονίαν εἰς τόν Χῶρον τῆς Ὑγείας