HOLY AND GREAT COUNCIL DOCUMENT

Draft Synodical Document

Κυριακή 12 Ιουνίου 2016

Ο ΠΑΤΡΙΑΡΧΗΣ ΚΥΡΙΛΛΟΣ ΕΥΧΗΘΗΚΕ ΣΤΟΝ OIKOYMENIKO ΠΑΤΡΙΑΡΧΗ ΒΑΡΘΟΛΟΜΑΙΟ ΓΙΑ ΤΑ ΟΝΟΜΑΣΤΗΡΙΑ ΤΟΥ

mospat.ru
Ο Προκαθήμενος της Ορθοδόξου Εκκλησίας της Ρωσίας απέστειλε τις συγχαρητήριες ευχές του προς τον Παναγιώτατο Πατριάρχη Κωνσταντινουπόλεως Βαρθολομαίο για τα ονομαστήρια αυτού. Ακολουθεί το κείμενο της επιστολής. 

Τῷ Παναγιωτάτῳ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως Νέας Ρώμης καὶ Οἰκουμενικῷ Πατριάρχῃ

κῳ κῳ Βαρθολομαίῳ
Παναγιώτατε, ἀγαπητὲ ἐν Κυρίῳ
Ἀδελφὲ καὶ Συλλειτουργὲ,
         Ἀπευθύνω Αὐτῇ τὸν ἐγκάρδιον μου χαιρετισμὸν καὶ συγχαίρω ἐπὶ τῇ ἀγομένῃ ἐπετείῳ τῶν Ὑμετέρων ὀνομαστηρίων ἐπὶ τῇ μνήμῃ τοῦ μεγάλου ἡλίου τῆς οἰκουμένης, τοῦ Ἁγίου Ἀποστόλου τοῦ Χριστοῦ Βαρθολομαίου.
      Μετὰ γενναιότητος, αὐτοθυσίας καὶ ζήλου διὰ τὸ ἔργον τοῦ Κυρίου ἐφυλαξεν ὁ οὐράνιος προστάτης Αὐτῆς τὴν ἐντολὴν τοῦ Σωτῆρος, ἥν ἔδωκεν τοῖς μαθηταῖς Αὐτοῦ ὁ Ἴδιος: «Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει» (Μκ. 16.15). Μιμουμένη τῷ πανευφήμῳ Βαρθολομαίῳ, Αὕτη μεριμνᾷ ὅπως ἐξαγγείλῃ τὰς ἀρετὰς τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς (Α’ Πετ. 2.9)  τοῖς ἐγγύς τὲ καὶ τοῖς μακρὰν καὶ ὅπως ποιμάνῃ τὸ ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦσα μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως καὶ προθύμως, μηδ’ ὡς κατακυριεύουσα τῶν κλήρων, ἀλλὰ τύπος γινομένη τοῦ ποιμνίου (Α’ Πετ. 5.2,3).
     Ὁ Κύριος ἀνέθεσεν Αὐτῇ τὴν πηδαλιουχίαν τῆς ἀνὰ τοὺς αἰῶνας ἐνδόξου Ἁγιωτάτης Ἐκκλησίας Κωνσταντινουπόλεως, μὲ ζήλον ἀποστολικὸν ἀγωνισαμένης ἵνα εὐαγγελίσῃ τὸν Χριστὸν τοῖς διαφόροις λαοῖς καὶ ἰδιαιτέρως τοῖς Σλαυϊκοῖς. Τὸ γεγονὸς μέγα τῆς Βαπτίσεως τῶν Ρως καὶ ἡ μετέπειτα ὀργάνωσις τοῦ ἐκκλησιαστικοῦ βίου εἰς τὸν χῶρον τοῦτον ὀφείλονται εἰς τοὺς ἀπεσταλμένους ἐκ τῆς Βασιλεούσης Πόλεως Ἱεράρχας καὶ κληρικοὺς. Αἱ ἀπαρχαὶ τοῦ Ρωσικοῦ μοναχισμοῦ ἀνάγονται εἰς τὴν ἐποχὴν τοῦ Ὁσίου Ἀντωνίου τῶν Σπηλαίων τοῦ Κιέβου, ὅπου ἐγκατεστάθη ὁ ἀθλητὴς οὗτος πεπειραμένος μετὰ τὴν διαμονὴν αὐτοῦ ἐν τῷ Ἁγιονύμῳ Ὄρει τοῦ Ἄθωνος, τοῦ τελέσαντος ἀνέκαθεν ὑπὸ τὴν πνευματικὴν μέριμναν τῶν Πατριαρχῶν τῆς Βασιλεούσης Πόλεως.
      Διὰ πολλῶν χαρισμάτων ἐπροίκισεν ὁ Κύριος τὴν Ὑμετέραν Ἁγιοσύνην. Ἡ μετὰ δέους ἐπιτελουμένη ὑφ’Αὐτῆς διακονία ὡς Πατριάρχης Κωνσταντινουπόλεως, τὸ καλοπροαίρετον καὶ ἡ κοινωνικότης τοῦ προσώπου Αὑτῆς ἑλκοῦσι τοὺς ἀνθρώπους, προτρέποντες τούτους ἵνα προσέχουν τὰς ποιμαντικὰς ὁδηγίας Αὐτῆς καὶ ἀποτελοῦν καλλώπισμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ.
   Ταῖς πρεσβείαις τῆς Παναχράνου Παρθένου Μαρίας καὶ δι’εὐχῶν τοῦ πανευφήμου Ἀποστόλου Βαρθολομαίου διαφυλάττῃ καὶ κρατύνῃ Αὐτὴν ἐν κατ’ἄμφω ὑγείᾳ  ὁ οὐράνιος βασιλεύς τῶν αἰώνων, ἄφθαρτος, ἀόρατος, μόνος σοφὸς Θεὸς (Α’ Τιμ. 1.17), καὶ κατευοδώνῃ τὴν περαιτέρω πολυεύθυνον Πατριαρχίαν Αὐτῆς.
Τῆς Ὑμετέρας Παναγίοτητος εἴησαν πολλὰ τὲ καὶ ἀγαθὰ τὰ ἔτη!
Μετὰ τῆς ἀδελφικῆς ἐν Κυρίῳ ἀγάπης, διατελώ.


† ὁ Μόσχας καὶ Πασῶν τῶν Ρωσσιῶν
Κύριλλος