ΑΡΧΙΕΠΙΣΚΟΠΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΓΙΑ ΤΗΝ ΕΒΔΟΜΑΔΑ ΠΡΟΣΕΥΧΗΣ
Εὐχὴ διὰ τὴν ἑβδομάδα προσευχῆς (7-13 Μαρτίου 2021)
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, μακρόθυμε, πολυεύσπλαχνε καὶ παντοδύναμε, ὁ μόνος ἐλεήμων καὶ συμπαθής, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἀνεξάντλητος τῆς ἀγαθότητος πηγή, ὁ τῶν ἀδικουμένων φύλαξ καὶ προστάτης, ἡ πηγὴ πάσης σοφίας καὶ γνώσεως, ὁ φωτίζων τοὺς ἐσκοτισμένους, ἡ κραταιὰ ἀντίληψις καὶ βοήθεια τῶν ἀπηλπισμένων, ὁ ἰατρὸς καὶ βοηθὸς τῶν νοσούντων, ὁ τὰς σωματικὰς καὶ ψυχικὰς θλίψεις τῶν ἀνθρώπων ἱώμενος, ὁ νικητὴς τοῦ θανάτου, ἐπάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἐν τῇ νήσῳ Κύπρῳ ἐν στενώσει ψυχῆς εὑρισκομένων δούλων σου.
Φύλαξον ὑπὸ τὴν κραταιὰν σου σκέπην καὶ κηδεμονίαν τὴν πατρίδα ἡμῶν, καθ’ ἧς ἐχθρὸς ἀλλόθρησκος, ὑπεράριθμος, ὑπέροπλος καὶ ὑπερόπτης ἐπετέθη καί ἐδούλωσεν αὐτήν. Ἐπιλήσμονες γεγονότες τῶν δωρεῶν καὶ τῶν εὐεργεσιῶν σου, τοῖς προστάγμασί σου οὐκ ἐπορεύθημεν καὶ τὰς ἐντολὰς σου οὐκ ἐφυλάξαμεν καὶ ἀπὸ σοῦ ἀποστάντες, ἀγνώμονες τῶν δωρεῶν ἐγενόμεθα. Διὰ τούτο καὶ πάλιν, σήμερον, ἐν ἐπιβουλῇ ἐχθρῶν εὑρισκόμεθα καὶ ἀπωλέσαι ὁλοσχερῶς τὴν νῆσον ἡμῶν κινδυνεύομεν.
Καί νῦν ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσπίπτομέν σοι καὶ ἱκετεύομεν. Ἵλεως γενοῦ ταῖς ἀνομίαις ἡμῶν τοῖς οἰκτιρμοῖς σου. Ἀντίθες τὴν ἄβυσσον τοῦ ἐλέους σου τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς. Δέξαι πάντας ἡμᾶς, τοὺς ἄρχοντας, τὸν κλήρον καὶ τὸν πιστὸν λαόν σου, προσπίπτοντάς σοι καί βοῶντας τὸ «Ἡμάρτομεν». Ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ τὸν δεινῶς δοκιμαζόμενον λαόν σου, ὥς ποτε τοὺς Νινευΐτας. Σύντριψον τήν ἐπηρμένην ὀφρὺν τῶν ἀπηνῶν διωκτῶν τοῦ Σταυροῦ σου. Ἀποδίωξον ἐκ τῆς γῆς τῶν πατέρων ἡμῶν τὰς ὀρδὰς τῶν ἀσεβῶν εἰσβολέων τῶν καταδυναστευόντων καὶ ἐξουθενούντων τὸν λαόν σου καὶ βεβηλούντων τούς ναούς καὶ τὰ σεβάσματά σου.
Βοήθησον ἡμῖν εἰς καιρὸν λοιμοῦ, καὶ ρῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Παῦσον τὴν ἐπελαύνουσαν λοιμικὴν πανδημίαν. Ὑπομονὴν δὲ ἐν τῷ καιρῷ τούτῳ δὸς ἡμῖν, Κύριε. Γενοῦ ἰατρὸς πάντων ἡμῶν. Ἐξέγειρον ἡμᾶς ἀπὸ κλίνῃς ὀδυνηρᾶς καὶ ἀπὸ στρωμνῆς κακώσεως. Περιφρούρησον τὸν λαόν Σου. Φύλαξον τὴν νεότητα. Τοὺς ἀσθενοῦντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον. Ἐνίσχυσον τοὺς ἐν γήρατι ὄντας. Πρὸς πάντας τοὺς ἐν ποικίλαις νόσοις καὶ περιστάσεσι δοκιμαζομένους ἀδελφοὺς ἡμῶν παράκλησιν δώρησε. Ναί, εὐδιάλλακτε καὶ πολυέλεε Κύριε, ἐμφύτευσον ἐν ταῖς καρδίαις αὐτῶν χαρὰν καὶ εὐφροσύνην, πραότητα καὶ γαλήνην.
Σὺ Κύριε, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λάμψον ἐν ταῖς καρδίαις πάντων ἡμῶν τό Φῶς Σου τό ἀΐδιον, καί δός ἡμῖν πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα εἰρηνικόν· φώτισον καί φρούρησον τάς καρδίας τῶν κυβερνόντων, τῶν τὴν Ἐκκλησίαν Σου ποιμενόντων καί τοῦ πρὸς σὲ προσφεύγοντος εὐσεβοῦς ἡμῶν λαοῦ, εἰς τό εἰδέναι πάντας ἡμᾶς τό θέλημά Σου, ἐν παντί ἔργῳ ἀγαθῷ καρποφορούντας καί αὐξανομένους διά τῆς ἄνωθεν σοφίας, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῶν ἐνδόξων πανευφήμων Ἀποστόλων Βαρνάβα, Παῦλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου, πάντων τῶν ἐν Κύπρῳ διαλαμψάντων Ἁγίων καί πάντων τῶν Ἁγίων σου. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.