του Αρχιμανδρίτη Δοσιθέου, Ηγουμένου της Ιεράς Σταυροπηγιακής Μονής Παναγίας Τατάρνης
ΑΜΕΝ
Ἀναγινώσκων τὰ διάφορα δημοσιεύματα ἢ ἀκροώμενος ἀπορίας προσκυνητῶν τῆς Ἱερᾶς Μονῆς ἐκ δηλώσεων «ὑπερορθοδόξων», «ζηλωτῶν» καὶ «στειροελλαδιτῶν» κατὰ τοῦ Οἰκουμενικοῦ Πατριαρχείου καὶ προσωπικῶς τῆς Α.Θ. Παναγιότητος τοῦ Οἰκουμενικοῦ ἡμῶν Πατριάρχου, καταθέτω τὰ ἐπ’ ἐμοί.
Ταῦτα καὶ αὗται γέμουσι χολῆς, κατὰ τὸ «ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος»[1]. Οὐδὲν τὸ καλὸν εὑρίσκουσιν εἰς τὰς ἐνεργείας τοῦ Πατριαρχείου. Σκότος, νὺξ βαθεῖα, ἔρεβος. Πρὸς δὲ ἐπὶ τούτοις πτωχοπροδρομικὸς ἑλλαδισμὸς καὶ ἐκκλησιαστικὸς ἐπαρχιωτισμὸς ἐν πλειοδοσίᾳ.
Ὅμως ἡ Ὀρθοδοξία οὐκ ἔστι «τοῖχος κεκλιμένος», οὐδὲ «φραγμὸς ὠσμένος»[2], οὐδὲ οἰκοδομὴ ἐπὶ ψάμμου κινουμένης, ἀλλ’ ἐπὶ τὴν πέτραν, ἥτις πέτρα ἐστιν ὁ Χριστός[3]. «Πύργος» ἐστιν «ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ»[4], παρεμβολὴ λύκοις ἀνεπίβατος ἣν «νεφέλη ἐπισκιάζει»[5], τὸ Πνεῦμα δηλονότι τὸ Ἅγιον. Ἡ Ἁγία Ὀρθοδοξία οὐκ ἔστι «τριβώνιον πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον»[6], διὸ καὶ «οὐ φοβηθήσεται ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων αὐτῇ»[7].
Αὕτη ἐστιν ἡ γυνὴ ἡ ἐκλεκτὴ ἡ «περιβεβλημένη τὸν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα»[8]. «Ἄνθος» ἐστι «πεδίου, κρίνον τῶν κοιλάδων, ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν»[9].

Συνέχεια στο ΑΜΕΝ (here).